Add parallel Print Page Options

13 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. [a]καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, [b]καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη [c]μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. [d]καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, [e]καὶ ἐὰν παραδῶ τὸ σῶμά μου, ἵνα [f]καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ [g]ἡ ἀγάπη, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.

Ἡ ἀγάπη οὐδέποτε [h]πίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 *καὶ ἐὰν Treg NIV RP ] κἂν WH
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 *καὶ ἐὰν NIV RP ] κἂν WH Treg
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:2 μεθιστάναι Treg NIV ] μεθιστάνειν WH RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 *καὶ ἐὰν RP ] κἂν WH Treg NIV
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 *καὶ ἐὰν Treg NIV RP ] κἂν WH
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:3 καυθήσομαι NIV ] καυθήσωμαι Treg RP; καυχήσωμαι WH NA
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:4 ἡ ἀγάπη Treg NIV RP ] – WH
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 13:8 πίπτει WH Treg NIV ] ἐκπίπτει RP